Ancient Greek
200.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 200.1
Unproofread scanNot analysed yet
δένδρα, ἐπὶ τὴν παῖδα ἐσπευδον, κακοὶ μνηστήρες, σὺν ἰβρεί καὶ οὐστρῷ τὰ ἔδνα τῶν γάμων προεκτελούντες. Τὴν δὲ οὐκ ἔλαθεν ἡ ἐπιβουλή. Ἰδοῦσα δὲ ἐκ τοῦ ἄντρου τὸ πῦρ, καὶ γνωρίσασα, οὐτένας ποτὲ ὥρα ἦσαν οἱ κομασταί, μηδὲν διατραπείσα, μηδὲ ὑπὸ τῆς ὄψεως καταπτήξασα, τὸ μὲν τόξον ἐκύκλωσεν, ἀφῆκε δὲ τὸ βέλος, καὶ ἔτυχε τοῦ πρώτου μᾶλα εὐκαιρῶς. Καὶ ὁ μὲν ἔκειτο· ἐπῆλθὲ δὲ ὁ δεύτερος, οὐκ ἐτι κομαστικῶς, ἀλλ’ ἤδη πολεμικῶς, ἐκείνῳ μὲν ἐπαμύναι θέλων, ἑαυτῷ δὲ ἐμπλήξαι τὴν ὀργήν. Ἀπήντησε δὲ ἄρα καὶ τούτῳ τιμωρὸς ὁ τῆς κόρης ὁιστὸς ὁ ἕτερος. Καὶ ὑπὲρ τῆς Ἰασίωνος Ἀταλάντης τοσαῦτα.