Ancient Greek
202.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 202.1
Unproofread scanNot analysed yet
ἦν κείμενος ὁ νεκρὸς ἐν ἐλαίῳ. Οὐ μὴν πεπλήρωτο ἡ πύελος, ἐνδεδι δὲ ἀπὸ τοῦ χείλους εἰς πολυαιστην ἴσως. Παρέκειτο δὲ τῇ πυέλῃ καὶ στήλη βραχεῖα, ἐνθὰ ἐγέγραπτο, Τῷ ἀνοίξαντι τὸ μνήμα, καὶ μὴ ἀναληφθῶσιν τὴν πύελον, οὐκ ἔστιν ἄμεινον. Ἀναγνοὺς δὲ ὁ Ξέρξης ὧδε, καὶ προσέταξεν ἐπιχέαι ἐλαίων τὴν ταχίστην· οὐ μὴν πεπλήρωτο. Ὁ δὲ πάλιν προσέταξεν ἐπιχέαι. αὐξῶν δὲ οὐκ ἐλάμβανεν, ἕως ἀπείλε μάτην ἀναλίσκων τὸν ἐπιχεόμενον. Κατακλείσας δὲ ὅπισω τὸν τάφον, ἀπήλλαχεν ἀδημονῶν. Οὐ διεφείσατο δὲ ἡ στήλη ὅσα προεῖπεν· ἀνθροίσας γὰρ ἑβδομήκοντα μυριάδας ἐπὶ τοὺς Ἑλληνας, κακῶς ἀπήλλαξεν· εἶτα ἐπανελθὼν, αὐχίστα ἀνθρώπων ἀπέθανεν, ἀποσφαγεὶς νύκτωρ ἐν τῇ εὐνῇ ὑπὸ τοῦ υἱοῦ.