Ancient Greek
202.4 to 203.5
Heraclides Ponticus Junior Gramm., Fragmenta 202.4-203.5
Unproofread scanNot analysed yet
V. V Τίς πρῶτον ἠράσθη γενναίων παιδικῶν. Ἐρασθῆναι πρῶτον γενναίων παιδικῶν λέγουσι Αἰῖον, ἀφῆσαντα Χρύσιππον τὸν Πέλοπος. Καὶ ἐκ τούτων τοῖς Θηβαίοις ἐν τῶν καλῶν ἐδίδου τὸ τῶν ἀφαιῶν ἔργον. VI Περί Ἀρκαδικοῦ, Θασιῶν, καὶ Ἀχαϊκοῦ, οἴνων ἰδιότητων. Ἐν Ἡραΐᾳ τῆς Ἀρκαδίας ἀκούω πεφυκέναι ἀμπέλους, ἐξ ὧν γίνεται οἶνος, ὃς τοῦ λογισμοῦ παράγει, καὶ ἐκφρονας τοὺς Ἀρκάδας ποιεῖ, τὰς δὲ γυναῖκας τεκνοποιούς τίθησι. Ὅτι ἐν Θάσῳ δύο γένη φασι τοῦ οἴνου γίνεσθαι, καὶ τὸν μὲν ἕτερον πινόμενον, εἰς ὕπνον κατᾶγειν εἰ μᾶλα βαθύν, καὶ διὰ ταῦτα ἥδυν· τὸν δὲ ἕτερον ἀντίπαλον εἶναι τοῦ βίου, καὶ ἀγρυπνίαν ἐμποιεῖν, καὶ ἀνίᾳσθαι παρέχειν. Ἐν δὲ Ἀχαΐᾳ περὶ Κερυνίαν οἶνος γίνεται, ὃς ταῖς βουλομέναις γυναιξὶν ἀμβλῶσαι συμβάλλεται. VII Περί Θηβῶν ὑπὸ Ἀλεξάνδρου ἀλουσῶν, καὶ περὶ Πινδάρου.