Ancient Greek
204.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 204.4
Unproofread scanNot analysed yet
X Περὶ Περσῶν καταδουλώσεως, καὶ Ἰσοχράτους. Λόγος τις εἰς ἐμὲ ἀφίκετο, λέγων αἴτιον Ἰσοχράτην γενέσθαι τὸν ἥτορα τοῖς Πέρσαις καταδουλώσεως, ἧς ἐδουλώσαντο αὐτοὺς Μακεδόνες. Τοῦ γὰρ πανηγουικοῦ λόγου, ὃν Ἰσοχρᾴτης τοῖς Ἕλλησιν ἐπεδείξατο, εἰς Μακεδονίαν ἐλθοῦσα ἡ φήμη, πρῶτον μὲν Φίλιππον ἐπὶ τὴν Ἀσίαν ἀνέστησεν· ἀποθανόντος δὲ ἐκείνου, Ἀλέξανδρον τὸν υἱὸν αὐτοῦ, πατρῴων κληρονόμων, τὴν ὁρμὴν τὴν τοῦ Φιλίππου διαδεξάσθαι παρεσκεύασε.