Ancient Greek
205.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 205.4
Unproofread scanNot analysed yet
XIII. Περὶ Ὁμήρου ἐπῶν καὶ ποιήσεως. Ὅτι τὰ Ὁμήρου ἔπη πρότερον διηρημένα ἦδον οἱ παλαιοί. Οἷον ἔλεγον, Τὴν ἐπὶ ναυσὶ μάχην, καὶ Σολωνίαν τινά, καὶ Ἀριστείαν Ἀγαμέμνονος, καὶ Νεῶν κατάλογον, καὶ Πατρόκλειαν, καὶ Αὐτρη, καὶ Ἐπὶ Πατρόκλῳ ἄθλα, καὶ Ὀρκίων ἀφάνισιν. Ταῦτα ὑπὲρ τῆς Ἰλιάδος. Ὕπὲρ δὲ τῆς ἐτέρας· Τὰ ἐν Πύλῳ, καὶ Τὰ ἐν Λακεδαίμονι, καὶ Καλυψοῦς ἄντρον, καὶ Τὰ περὶ τὴν σχεδίαν, Ἀλκίνου ἀπολόγους, Κυκλωπίαν, καὶ Νεκύαν, καὶ Τὰ τῆς Κίρκης, Νίπτρα, Μνηστήρων φόνον, Τὰ ἐν ἀγρῷ, Τὰ ἐν Λαέρτου. Ὀφὲ δὲ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἀθρόων πρῶτος εἰς τὴν Ἑλλάδα ἐκόμισε τὴν Ὁμήρου ποίησιν. Τὸ δὲ ἀγώγιμον τοῦτο ἐξ Ἰωνίας, ἥνικα ἀπεδήμησεν, ἤγαγεν. Ὕστερον δὲ Πεισίστρατος συναγαγὼν, ἀπέφηνε τὴν Ἰλιάδα καὶ Ὀδυσσείαν.