Ancient Greek
206.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 206.2
Unproofread scanNot analysed yet
XV Περί Ἀπολλωνιατῶν, καὶ τῆς αὐτῶν χώρας, καὶ περὶ Ἐπιδάμνου. Ἀπολλωνιάται πόλιν οἰκοῦσι γείτονα Ἐπιδάμνου ἐν τῷ Ἰονίῳ κόλπῳ. Καὶ ἐν τοῖς πλησίον αὐτῆς χωρίοις ἄσφαλτός ἐστιν ὀρυκτή, καὶ πίσσα, τὸν αὐτὸν ἐκ τῆς γῆς ἀνατέλλουσα τρόπον, ὃν καὶ αἱ πλεῖσται πηγαὶ τῶν ὑδάτων. Οὐ πόρρω δὲ καὶ τὸ Ἀθάνατον δεῖκνυται πῦρ. Ὁ δὲ καϊόμενος ἐστι λόφος ὀλίγος, καὶ οὐκ εἰς μέγα διήκει, καὶ ἔχει περίβολον οὐ πολύν, ἄξει δὲ ὀξίου καὶ συπτηρίας. Καὶ περὶ αὐτὸν ἐστι δένδρα εὐθαλῆ, καὶ πόσα χλωρά· καὶ τὸ πῦρ πλησίον ἐνακαμάζον οὐδὲν λυπεῖ, οὔτε τὴν τῶν φυτῶν βλάστην, οὔτε τὴν τιθλύτιαν [ἕλην]. Καλεῖται δὲ τὸ πῦρ καὶ νύκτα καὶ μεθ’ ἡμέραν, καὶ διέλιπεν οὐδέποτε, ὡς Ἀπολλωνιάται λέγουσι, πρὸν τοῦ πολέμου τοῦ πρὸς Ἰλλυριοὺς συμβάντος αὐτοῖς. Ὅτι Ἀπολλωνιάται ξενηλασίας ἐποιοῦν κατὰ τὸν Λακεδαιμόνιον νόμον. Ἐπιδάμνοι δὲ ἐπιδημεῖν παρέχον τῷ βουλομένῳ.