Ancient Greek
208.7
Heraclides Ponticus Junior Gramm., Fragmenta 208.7
Unproofread scanNot analysed yet
Κλεισθένης δὲ ὁ Ἀθηναῖος τὸ δεῖν ἐξοστρακίζεσθαι πρῶτος εἰσηγησάμενος, αὐτὸς ἐτυχὲ τῆς καταδίκης πρῶτος. Ζάλενκος ὁ Λοχρῶν νομοθέτης προσέταξε, τὸν μοιχὸν ἄλονται ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς. Ὁ τοίνυν μηδὲ προσεδόκησε, ταῦτα ὁ Δαίμων αὐτῷ παρὰ τὴν δόξαν καὶ τὴν ἐλπίδα ἐπήγαγεν· ὁ γὰρ τοῦ παιδὸς ἄλους ἐπὶ μοιχείᾳ, εἶτα ἐμελλε πείσεσθαι τὰ ἐκ τοῦ πατρώου νόμου. Ἐνταῦθα, ἵνα μὴ διαφθαρῇ τὸ ἀπαξ κεκυρωμένον, ὑπέμεινεν αὐτὸς ὁ εἰσηγησάμενος, ὑπὲρ τοῦ ἑτέρου τῶν τοῦ παιδὸς ὀφθαλμῶν ἀντιδῦναι τὸν ἑαυτοῦ, ἵνα μὴ ὁ νεανίσκος τυφλωθῇ τελείως.