Ancient Greek
219.5
Heraclides Ponticus Junior Gramm., Fragmenta 219.5
Unproofread scanNot analysed yet
V. V Τίσιν ἐχρῶντο οἱ Ἀθηναῖοι πρὸς τὰς ἀρχάς. Οὐ μόνοις τοῖς ἄστοις ἐχρῶντο Ἀθηναῖοι, πρὸς τὰς ἀρχάς, καὶ τὰς στρατηγίας ἐπιτιθεῖοις, ἀλλὰ γὰρ καὶ ξένοις προῃροῦντο, καὶ τὰ κοινὰ αὐτοῖς ἐνεχείριζον, εἴπερ οὐν αὐτοὺς ἀγαθοὺς ὄντας κατέγνωσαν, καὶ ἐπιτηδεῖους εἰς τὰ τοιαῦτα. Ἀπολλόδωρον τὸν Κυζικηνὸν πολλάκις στρατηγὸν εἵλοντο, ξένον ὄντα, καὶ Ἡρακλείδην, τὸν Κλαζομένιον· ἐνδεξάμενοι γὰρ, ὅτι ἄξιοι λόγου εἰσίν, εἶτα οὐν ἔδοξαν ἄνᾶξιοι τοῦ Ἀθηναίων ἄρχειν εἶναι. Καὶ ὑπὲρ μὲν τούτων ἐπαινεῖν χρὴ τὴν πόλιν, μὴ καταχαριζομένην τάλλῆθες τοῖς πολίταις, ἀλλὰ νέμουςαν καὶ τοῖς γένει μὲν μὴ προσήκουσι, δι᾿ ἀρετὴν δὲ ἄξιοις τιμᾶσθαι.