Ancient Greek
220.8
Heraclides Ponticus Junior Gramm., Fragmenta 220.8
Unproofread scanNot analysed yet
ἢ πράττει τι, ἢ ἐννοεῖ. Μόνον γὰρ ἔφασκεν ἡμέτερον εἶναι τὸ παρόν, μήτε δὲ τὸ φθάνον, μήτε τὸ τά τοῦ κόσμου τοῦ δέοντος. Ἔδει δὲ ὁμοιοῦς ἐν Λακεδαίμονι εἶναι κρέως μόνου· ὁ δὲ παρὰ τοῦτο ἐπιστάμενος, ἐξηλαύνετο τῆς Σπάρτης, ὡς τὰ τῶν νοσοῦντων καθάρσια. Οἱ αὐτοὶ Ναυκλείδην τὸν Πολυζήλιδον, ὑπερασκουμένω τῷ σώματι, καὶ ὑπέρπαχυν διὰ τρυφὴν γενομένω, ἐκ τῆς ἐκκλησίας τῶν θεσμέων κατήγαγον, καὶ ἠπειλῆσαν αὐτῷ φυγῆς προσιτήν, ἐὰν μὴ τὸν βίον, ὃν ἐζίου τότε, ὑπαίτιον ὄντα, καὶ Ἰωνικὸν μᾶλλον, ἢ Λακωνικὸν, τοῦ λοιποῦ μεθαρμοσται· φέρειν γὰρ αὐτοῦ τὸ εἶδος, καὶ τὴν τοῦ σώματος διάθεσιν, αἰσχύνην, καὶ τῇ Λακεδαίμονι, καὶ τοῖς νόμοις.