Ancient Greek
228.4 to 228.6
Heraclides Ponticus Junior Gramm., Fragmenta 228.4-6
Unproofread scanNot analysed yet
XXVI Περὶ Ἀνταγόρου Ἀρκεσίλαον λοιδορήσαντος. Ἀρκεσίλαον, τὸν ἐξ Ἀκαδημίας, Ἀνταγόρας ὁ ποιητὴς ἐλοιδορεῖτο, προσφθαρὲς αὐτῷ, καὶ ταῦτα ἐν τῇ ἀγορᾷ. Ὁ δὲ σφόδρα μεγαλοφρόνως, ἐνθα ἔωρα μάλιστα συνεστῶτας πολλούς, ἐνταῦθα ἐπορεύετο διαλεγόμενος, ἵνα ὁ λοιδορῶν ἐν πλείοσιν ἀσχημονῇ. Οἱ γοῦν ἀκούοντες ἀπεστρέφοντο, καὶ μανίαν ἐπεκάλουν τῷ Ἀνταγόρᾳ. XXVII Περὶ Ἀγησίλαου. Ἐγὼ δὲ ἐπαινῶ μάλιστα ἐκείνους, ὅσοι τὰ ὑποφυόμενα τῶν κακῶν φθεῖροντες ἀδὶ, ταῦτα ἐκκόπτουσι, πρὶν ἢ δυνάμεώς τινος ἐπιλαβέσθαι. Ἀγησίλαος οὖν συνεβούλευσεν, ἀκρίτως ἀποκτεῖναι τοὺς τυνιόντας νύκτωρ ὑπὸ τῶν Θηβαίων εἰσβολήν.