Ancient Greek
229.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 229.3
Unproofread scanNot analysed yet
XXIX Ὅτι Λύσανδρος χρήματα εἰς Σπάρτην ἐκόμισεν. Ὅτι Λύσανδρος ἐκόμισεν εἰς Λακεδαίμονα χρήματα, καὶ ἐδίδαξε τοὺς Λακεδαιμονίους παρανομεῖν εἰς τὸ πρόσταγμα τοῦ Θεοῦ, τὸ κελεύον, Ἄβιτον εἶναι χρυσῷ καὶ ἀργύρῳ τὴν Σπάρτην. Τῶν οὖν φρονούντων τινὲς διεκόλουν, φρόνημα ἔτι κεκτημένοι Λακωνικόν, καὶ Λυκούργου, καὶ τοῦ Πυθίου ἀξίων. Οἱ δὲ προσιέμενοι, διεβλήθησαν· καὶ ἡ ἐξ ἀρχῆς αὐτῶν ἀρετὴ κατὰ μικρὸν ὑπέλιξεν.