Ancient Greek
231.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 231.2
Unproofread scanNot analysed yet
XXXIV. Παρὰ τίνος ἔμαθον τὰ νόμιμα οἱ Αἰγύπτιοι, καὶ περὶ τῶν ἐκεῖνων δικαστῶν. Αἰγύπτιοι φασι παρ’ Ἑρμοῦ τὰ νόμιμα ἐκμουσωθῆναι. Οὕτω δὲ καὶ ἕκαστοι τὰ παρ’ ἑαυτοῖς σεμνύνειν προήρηνται. Δικασταὶ δὲ τὸ ἀρχαῖον παρ’ Αἰγυπτίοις οἱ ἱερεῖς ἦσαν. Ἦν δὲ τούτων ἀρχὼν ὁ πρεσβύτατος, καὶ ἐδίκαιζεν ἀπαντας. Ἔδει δὲ αὐτὸν εἶναι δικαιοτάτων ἀνθρώπων, καὶ ἀφειδέστατον. Εἶχε δὲ καὶ ἄγαλμα περὶ τὸν ἥχενα ἐκ σαπφείρου λίθου, καὶ ἐκαλεῖτο τὸ ἄγαλμα Ἀλήθεια. Ἐγὼ δέ, ἔξειον, μὴ λῆθου πεποιημένην, καὶ εἰκασμένην, τὴν Ἀλήθειαν περιφέρειν τὸν δικαστήν, ἀλλ’ ἐν αὐτῇ τῇ ψυχῇ ἔχειν αὐτήν.