Ancient Greek
232.4 to 233.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 232.4-233.1
Unproofread scanNot analysed yet
XXXVIII Περί Ἐπαμινώνδου καὶΠελοπίδου. Ἐπαμινώνδου τοῦ Θηβαίου πολλὰ μὲν καὶ ἄλ-λα καλὰ οἶδα, ἐν δὲ τοῖς καὶ τόδε. Ἔλεγε πρὸς Πε-λοπίδαν, μὴ πρότερον ἀπαλλάττεσθαι τῆς ἀγορᾶςἡμέρα, πρὶν ἢ φίλον τοῖς ἀρχαίοις τινὰ προσπορί-σαι νεώτερον. XXXIX Πῶς δ Ἀνταλκίδας ἤλεγξεν δῶ-ρον μύρῳ βεβαμμένον αὐτῷπεμφθέν. Ὁ Περσῶν βασιλεὺς (βούλομαι γάρ τι ὑμῖνκαὶ φαιδρὸν εἰπεῖν), στέφανον εἰς μύρον βαΐνας διε- πῆπλεκτο δὲ ῥόδων ὁ στέφανος), ἐπεμψεν Ἀνταλκίδα, πρεσβεύοντι ὑπὲρ εἰρήνης πρὸς αὐτόν. Ὁ δὲ, Δέχομαι μὲν, ἔφη, τὸ δῶρον, καὶ ἐπαινῶ τὴν φιλοφροσύνην, ἀπώλεσας δὲ τὴν δόμην τῶν ῥόδων, καὶ τὴν τῆς φύσεως εὐωδίαν, διὰ τὴν ἐκ τῆς τέχνης καβδηλίαν.