Ancient Greek
235.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 235.4
Unproofread scanNot analysed yet
XLVII. Περὶ Ζευξίδος Ἑλένης εἰκόνος, καὶ Νικοστράτου ζωγράφου. Ὅτι Ζευξὶς δὲ Ἡρακλεώτης ἔγραψε τὴν Ἑλένην. Νικοστράτος οὖν δ ζωγράφος ἐξπλήττετο τὴν εἰκόνα, καὶ τεθηπώς τὸ γράμμα δῆλος ἦν. Ἦστο οὖν τις αὐτὸν προσελθὼν, τί δή παθὼν οὕτω θαυμάζοι τὴν τέχνην; ὁ δέ, Οὐκ ἂν με ἠρώτησας, εἶπεν, εἰ τοὺς ἐμοὺς ὀφθαλμοὺς ἐκέκτησο. Ἐγὼ δ’ ἂν φαίην τοῦτο καὶ ἐπὶ τῶν λόγων, ἀλλ’ εἰ τις ἔχει πεπαιδευμένα ὦτα, ὥσπεροῦν οἱ χειρούργοι τεχνικὰ ὀμματα.