Ancient Greek
26.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 26.1
Unproofread scanNot analysed yet
γίνεται. Ἄλλὰ καὶ ἐγώ, ὦ βασιλεῦ, τὸν βλάπτοντα τὴν ἐμὴν οἰκίαν καὶ τὸν τῶν ἀδελφῶν βίον, εἶπε, θεοφῶν ἀπολλύμενον, καὶ τῆς κακουργίας τῆς εἰς αὐτοὺς πανύμμενον, καὶ αὐτὸς αὐτηγήσομαι, καὶ τοῖς λοιποῖς τοῖς κατὰ γένος συνέσομαι τὰ αὐτὰ ἐμοὶ ἐν πάσχουσιν. Ὅν ἀκούσας Ἀρταξέρξης ἐπήγνας μὲν τὸν Ῥακώχην, καὶ τῶν βασιλικῶν δικαστῶν ἐποίησεν ἕνα, εἰπὼν πρὸς τοὺς παρόντας, ὅτι ὁ περὶ τῶν ἰδίων παίδων οὕτω δικαίως ἀποφαίνόμενος, πάντως καὶ ἐν τοῖς ἀλλοτρίοις ἀκριβῆς ἔσται δικαστής, καὶ ἀδέκαστος· ἀφῆκε δὲ καὶ τὸν νεανίαν τῆς παρούσης τιμωρίας, ἀπειλῶν αὐτῷ θανάτου τρόπον βαρύτατον, ἐὰν ἐπὶ τοῖς φθάσασιν ἀδίκως φραγῇ ἕτερα.