Ancient Greek
26.6
Heraclides Ponticus Junior Gramm., Fragmenta 26.6
Unproofread scanNot analysed yet
ΚΑΙ ταῦτα Σωκράτους πρὸς Ἀλκιβιάδην. Ὁ μὲν ἡγωνία, καὶ ἐδεδία πάνυ σφόδρα εἰς τὸν δῆμον πα- ρεληδεῖν, τὸ μειράκιον. Ἐπιθαρσύνων δὲ αὐτόν, καὶ ἐγείρων ὁ Σωκράτης, Οὐ καταφρονεῖς, εἶπεν, ἐκείνου τοῦ σκυτοτόμου; τὸ ὄνομα εἰπὼν αὐτοῦ. Φήσαντος δὲ τοῦ Ἀλκιβιάδου, ὑπολαβὼν πάλιν ὁ Σωκράτης, Ἐπὶ δὲ ἐκείνου, τοῦ ἐν τοῖς κυκλίοις κηρύττοντος; ἢ ἐκείνου τοῦ σκηνοδόφρου; Ὁμολογοῦντος δὲ τοῦ Κλεινίου μειρακίου, Οἴκοιν, ἔφη ὁ Σωκράτης, ὁ δῆμος ὁ Ἀθηναίων ἐκ τοιούτων ἡθροίσται· καὶ εἰ τῶν καθ’ ἑαυτὰ καταφρονεῖς, καταφρονητέον ἄρα καὶ τῶν ἡθροισμένων. Μεγαλοφρόνως ταῦτα ὁ τοῦ Σωφρονίσκου καὶ τῆς Φαιναρέτης, τὸν τοῦ Κλεινίου καὶ τῆς Λεινομάχης διδάσκων.