Ancient Greek
268.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 268.1
Unproofread scanNot analysed yet
συν ὁμως, καὶ εἶπε πρὸς αὐτήν, ὡς δι’ ἔρωτος εἴη σφοδροῦ καιόμενος τῷ πόθῳ αὐτῆς. Ἡ δὲ, πρῶτον μᾶλα ἀναινομένη, καὶ ἑαυτὴ ἔφη τὸ πρᾶγμα ἐπαισχὲς εἶναι καὶ βλαβερόν, κάκεινω πολὺ αἰσχὸν καὶ βλαβερώτερον, γυναῖκα ἔχοντι Ῥωμαίαν τὴν Ἀστιβάδα θυγατέρα, ἣν ἀκούειν πολὺ καλλίον καὶ αὐτῆς εἶναι καὶ ἄλλων πολλῶν γυναικῶν. Δεῖν οὖν αὐτὸν μὴ πρὸς πολεμίους μόνον ἀνδρίζεσθαι, ἀλλὰ καὶ πρὸς τὰ τοιαῦτα, ἐπειδὰν τι προσπέσῃ τῇ ψυχῇ· καὶ μὴ βραχείας τέφρας χάριν, ἣν καὶ ἐκ παλλακῶν οἶον ἂν ἔχων, τὸν πολὺν ἀνιάσθαι χρόνον, εἰ αἰσθοῖτο Ῥωμαία. Τοῦτ’ οὖν μηδένι ἔφη ἀλλὸ τι αἰτεῖσθαι· οὐδενὸς γὰρ ἀτυχῆσειν παρ’ αὐτῆς. Ὁ μὲν δὴ, τοιαῦτα εἰπούσης, ἐπὶ πολὺ ὧνυχος ἦν, αὐθὶς δ’ ἀσπασάμενος αὐτὴν ἀπῆρχετο, καὶ ἐν πλείονι ἀθυμίᾳ ἦν, πρὸς τε τὸν εὐνοῦχον ὠδύρετο. Τέλος δὲ γράψας εἰς διφθέραν ἐξώρωσε τὸν εὐνοῦχον, ἐπειδὰν αὐτὸν διαχρήσηται, μηδὲν προκατειπόντα, τὴν διφθέραν ἀποδοῦναι Ζαριναίᾳ. Ἐγέγραπτο δέ, ,,Στρατογυαὶος Ζαριναίᾳ λέγει τάδε. Ἐγὼ μὲν σε ἐ- ,,σωσά τε, καὶ τῶν νῦν παρόντων ἀγαθῶν αἴτιος γε- ,,γονα· σὺ δὲ με ἀπέκτεινας, καὶ πάντων ἀνόντητον ,,πεποιήκας. Εἰ μὲν οὖν σοι ταῦτα πέπρακται δι- ,,καιώς, σὺ τε πάντων τύχοις τῶν ἀγαθῶν, καὶ εἴης ,,μακαρία· εἰ δὲ ἀδίκως, σὺ τε τοῦ αὐτοῦ πάθους ,,ἔμοι πεῖραν λάβοις· σὺ γὰρ μοι παρήνεντας τοιού- ,,τον γενέσθαι. “Ταῦτα γράψαι ὑπὸ τοῦ προσκεφαλίου τίθησι, καὶ εἰς ἥδον ἀπίων ἀνδρείως, τὸ ξίφος ἥτει. Ὁ δὲ εὐνοῦχος, . . . . .