Ancient Greek
272.6
Heraclides Ponticus Junior Gramm., Fragmenta 272.6
Unproofread scanNot analysed yet
Ὅτι Λυκάων δὲ Πελασγοῦ υἱός, βασιλεὺς Ἀρχάδων, ἐφύλαττε τὰ τοῦ πατρὸς εἰσηγήματα ἐν δικαί- οὔνη. Ἀποστήσω δὲ βουλόμενος καὶ αὐτὸς τῆς ἀδικίας τοὺς ἀρχομένους, ἔφη τὸν Δία ἐκάστοτε φοιτᾶν παρ’ αὐτόν, ἀνδρὶ ξένῳ ὁμοιούμενον, εἰς ἔποιν τῶν δικαίων τε καὶ ἀδίκων. Καὶ ποθ’, ὡς αὐτὸς ἔφη, μέλλων ὑποδέχεσθαι τὸν θεόν, θυσίαν ἐπιτελεῖ. Τῶν δὲ υἱῶν πεντήκοντα, ὡς φασιν, ὄντων ἐκ πολλῶν γυναικῶν, βουλόμενοι γνῶναι οἱ τῇ θυσίᾳ παρόντες, εἰ τῷ ὧπι θεῷ μέλλουσι ξενοδοχεῖν, θύσαντες τινὰ παῖδα, ἐγκατέμιξαν τοῖς τοῦ ἱερείου κρέασιν, ὡς οὐ λήσοντας, εἴπερ ὧτως θεὸς ἐπεσιν. Ὑπὸ δὲ τοῦ δαιμονίου χειμῶνων μεγάλων καὶ κεραυνῶν βαγέντων, φασὶ τοὺς αὐτόχειρας ἅπαντας τοῦ παιδὸς ἀπολέσθαι.