Ancient Greek
28.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 28.2
Unproofread scanNot analysed yet
IV. IV Περὶ ἑρώτος Χαρίτωνος καὶ Μελανίππου, καὶ Τυράννου εἰς αὐτοὺς συμπάθειας. Φαλάριδος ἡμῶν ἔργον οὐ μᾶλα ἐκείνῳ σύνηθες ἐπιπεινέθελο. Τὸ δὲ ἔργον φιλανθρωπίαν ἄμαχον ὁμολογεῖ, καὶ διὰ τοῦτο ἀλλότριον ἐκείνου δοκεῖ. Χαρίτων ἦν Ἀχραγιαντῖος, φιλόκαλος ἄνθρωπος, καὶ περὶ τὴν ὥραν τὴν τῶν νέων ἐσπουδακὼς δαιμονιώσ. Διαπύρως δὲ ἠγάσθη μάλιστα Μελανίππου, Ἀχραγιαντίου καὶ ἐκείνου, καὶ τὴν ψυχὴν ἀγαθού, καὶ τὸ κάλλος διαφέροντος. Τοῦτον ἐλπίσσει Φάλαρις τὸν Μελάνιππον. Δικαζομένου γὰρ αὐτῷ πρὸς τῖνα τῶν ἐταίρων αὐτοῦ τοῦ Φαλαρίδος, προσετάξεν ὁ τύραννος τὴν γραφὴν καταθέσθαι. Τοῦ δὲ μὴ πειθομένου, ὁ δὲ ἠπειλῆσε τὰ ἔσχατα δρᾶσιν αὐτὸν μὴ ὑπακούσαντα. Καὶ ἐκεῖνος μὲν παρὰ τὴν δίκην ἐκράτησε τῇ ἀνάγκῃ προστάξαντος τοῦ Φαλαρίδος· καὶ οἱ ἄρχοντες τὴν γραφὴν τοῦ ἀγῶνος ἡφάνισαν. Βαρὲς δὲ ἐπὶ τούτοις ὁ νεανίσκος ἠγέχεν, ὑβρίσθαι λέγων, καὶ ὁμολόγει τὴν ὀργὴν τὴν ἑαυτοῦ πρὸς τὸν ἔραστήν, ὁ Μελάνιππος, καὶ ἡξίου κοινωνὸν αὐτὸν γενέσθαι τῆς ἐπιθέσεως τῆς κατ’ αὐτοῦ· καὶ ἄλλους δὲ ἐπευνδε προσλαβεῖν τῶν νεανίσκων, οὓς μάλιστα ἤδει περὶ τὴν τοιαύτην πρᾶξιν θερμωτάτους. Ὁρῶν δὲ αὐτὸν ὁ Χαρίτων ἐνθουσιῶντα, καὶ ὑπὸ τῆς ὀργῆς ἀνα-