Ancient Greek
292.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 292.2
Unproofread scanNot analysed yet
Ἐφοιτα δὲ καὶ εἰς τὰ ἱερὰ ἐν τοῖς νομίμοις ἡμέραις νύκτωρ διὰ τὴν προσοῦσαν αὐτῷ ὥραν, ἣτε δὴ πολλὰς γυναῖκας ἐκμηνᾶς εὐπρεπεῖα καὶ λαμπρότητι γένους. Ἐπιβουλευομένος τε παρ’ αὐτῶν, οὐδαμὴ ἐφαίνετο ὁλωτὸς ὢν· ἀλλὰ τὰ μὲν ἡ μήτηρ ἀπήγουν αὐτοῦ φυλάττουσα καὶ οὐδαμὸς μεθ’ εἰσα, τὰ δὲ καὶ αὐτὸς ἤδη ἔννοος ὢν, ἄτε εἰς τοῦμπροσθεν τῆς ἡλικίας προῶν. Ἐνστάσης δὲ τινος ἑορτῆς Λατίνης, ὁπότε καὶ τοὺς ὑπάτους εἰς Ἀλβανὸν τὸ ὄρος ἀναβαίνειν ἔδει, πατρὸς θυσίας ἕνεκα, τοὺς δ’ ἱερεῖς διαδόχους αὐτῶν τῆς δικαιοδοσίας εἶναι, καθίζει ἐπὶ τὸ βῆμα Καῖσαρ ἐν μέσῃ ἀγορᾷ. Προσῆλθον δ’ ἄπλετοι ἄνθρωποι δικαιοδοσίας χάριν, πολλοὶ δὲ καὶ μηδενὸς πράγματος χάριν, θεασίας ἕνεκα τοῦ παιδός· ἀξιόθεάτος γὰρ πᾶσιν ἦν, καὶ μάλιστα ἐν τῷ τότε σεμνότητα καὶ ἀξίωμα προσειληφώς.