Ancient Greek
293.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 293.1
Unproofread scanNot analysed yet
μέλλοντος δ᾽ ἐπὶ Λιβύης χωρεῖν, ὡς τὰ λειπόμενα τοῦ ἐκεῖ καταστάντος πολέμου καθέλοι, βουλόμενος συστρατεύειν αὐτῷ ὁ νέος Καῖσαρ, ὡς καὶ πολεμικῶν ἔργων ἐμπειρος εἶη, ἐπεὶ ἤθελτο ἐναντιουμένην Ἀντίαν τὴν μητέρα, οὐδὲν ἀντειπὼν ἥρεμα εἶχε. Αἴλιος δ᾽ ἦν καὶ δ προσβύτατος Καῖσαρ ὑπ᾽ εὐνοίας οὐδέπω βουλλμένος αὐτὸν στρατεύεσθαι, ὡς μὴ, τὴν τε δίαιταν ἐν ἀσθενεῖ σώματι μεταβαλὼν καὶ ὀλίγν ξεν, φαῦλως διατεθεῖη. Διὰ μὲν δὴ ταῦτα τῆς στρατείας παρῆλθετο.