Ancient Greek
295.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 295.1
Unproofread scanNot analysed yet
ἡμέραις, οὐδαμοῦ τε ἀπιῶν, ἀχρὶ λύσεως τὴν θεᾶν, εἰς νόσον πίπτει, οἷα νέος καὶ πόνων ἀπειρωτος. Χαλεπῶς δὲ διακειμένου, πάντες μὲν ἐν φόβῳ ἦσαν, ἀγωνιῶντες εἰ τι πείσειν τοιαύτην φύσιν, μάλιστα δὲ παρὼν αὐτῷ Καῖσαρ. Διό πᾶσαν ἡμέραν ἢ αὐτὸς παρὼν αὐτῷ εὐθυμίαν παρέχειν, ἢ φίλους πέμπων, ἰατροὺς δὲ ἀποστατεῖν οὐκ ἔδω. Καὶ ποτε δεῖπνοῦντι ἤγγειλε τις, ὡς ἐκλυτος εἴη καὶ χαλεπῶς ἔχοι· ὁ δὲ ἐκπλήξας ἀνυπόδητος ἦκεν, ἔνθα ἐνοσηλεύετο, καὶ τῶν ἰατρῶν ἐδεῖτο ἐμπαθέστατα μεστὸς ὢν ἀγωνίας, καὶ αὐτὸς παρεκάθητο· ἀνακτησάμενος δ’ αὐτὸν εὐθύμως ἐγένετο.