Ancient Greek
301.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 301.1
Unproofread scanNot analysed yet
μὴν. (Ἐκ τοῦ Ἰωσήπου, Ἰουδ. Ἀρχαιολογ. Βιβλ. Α. κεφ. ζ.) Μέμνηται δὲ τούτου τοῦ βασιλέως καὶ Νικόλαος ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν, λέγων οὕτως· Μετὰ δὲ ταῦτα πολλῷ χρόνῳ ὑστερον τῶν ἐχχωρίων τις, Ἄδαδος ὄνομα, πλεῖον ἰοχῦνας, Σαμασχοῦ τε καὶ τῆς ἄλλης Συρίας, ἔξω Φοινίκης, ἐβασίλευσε, πόλεμόν τε ἐξενέγκας πρὸς Λαβίδην βασιλέα τῆς Ἰουδαίας καὶ πολλαῖς μάχαις κριθείς, ὑστάτη δὲ παρὰ τὸν Εὐφράτην, ἐν ᾧ ἤττητο, ἀριστες ἔδοξεν εἶναι βασιλέων ῥώμῃ καὶ ἀνδρεία. Πρὸς τούτοις δὲ καὶ περὶ τῶν ἀπογόνων αὐτοῦ φησίν, ὡς μετὰ τὴν ἐκείνου τελευτὴν ἐξεδέχοντο παρ’ ἀλλήλων καὶ τὴν βασιλείαν καὶ τὸ ὄνομα, λέγων οὕτως· Τελευτήσαντος δ’ ἐκείνου οἱ ἀπόγονοι ἐπὶ δέκα γενεὰς ἐβασίλευον, ἕκαστον παρὰ τοῦ πατρὸς, ἅμα τῇ ἀρχῇ, καὶ τοὔνομα τοῦτο ἐκδεχομένου, ὥσπερ οἱ Πτολεμαῖοι ἐν Αἰγύπτῳ. Μέγιστον δὲ πάντων δυνηθείς δ’ τρίτος, ἀναμαχθαισθαι βουλόμενος τὴν τοῦ προπατόρος ἥτταν, στρατεύσας ἐπὶ Ἰουδαίους ἐπόρθησε τὴν νῦν Σαμαρείτιν καλουμένην. (Ἐκ τοῦ αὐτοῦ Βιβλ. Ζ, κεφ. ε.)