Ancient Greek
304.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 304.3
Unproofread scanNot analysed yet
Μυσῶν τ᾿ ἀχμεμάχων καὶ ἀγαυῶν Ἰππηολογῶν, διεπέρασεν εἰς τὰ μέρη τῆς Ἀσίας, εἰς χώραν τὴν λεγομένην Λυδίαν, καὶ κατῴκησε πλησίον τῆς πόλεως Σάρδεων. Τοῦ οὖν βασιλέως πρὸς τὸ τῆς πόλεως τεῖχος καθεζομένου, διήρχετο ἡ γυνὴ τοῦ Θράκιος, ἐπὶ μὲν τῆς κεφαλῆς βαστάζουσα στάμνον, ἐπὶ δὲ τῶν χειρῶν ἡλακάτην καὶ ἄτρακτον, ὕπισθεν δὲ πρὸς τὴν ζώγην ἵππος τις προσεδέδετο. Καὶ ἐπὶ μὲν τῆς κορυφῆς ὁ στάμνος ἦν μεστὸς ὕδατος· ἐν δὲ ταῖς χερσὶν εἰργάζετο νήθουσα ἐκ τῆς ἡλακάτης τὸν ἄτρακτον· ὕπισθεν δὲ περὶ τὴν ζώγην ἄχλουθὲν ὁ ἵππος ἀπὸ τῆς πηγῆς πεποτισμένος. Ταύτην ἰδὼν ὁ βασιλεὺς μεγάλως ἐθαύμασε, καὶ ἠρώτησε, πόθεν καὶ τις καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο, Μυσὴ μὲν εἶναι τὸ γένος· Θράκιος δ᾿ ἐστιν αὐτὸ πολίχνιον. Λαβὼν οὖν ὁ βασιλεὺς ἀπὸ τῆς γυναικὸς ἀφορμήν, πρεσβείαν πρὸς τὸν τῆς Θράκιος βασιλέα ποιησάμενος, Κότυν ὀνομαζόμενον, ἐκείθεν ἔλαβεν ἄνδρας μετοίκους μετὰ γυναικῶν καὶ τέκνων, ὄχλον ἱκανόν. Ταύτην δὲ τὴν ἰστορίαν