Ancient Greek
306.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 306.3
Unproofread scanNot analysed yet
Νικόλαος δ᾽ ὁ Δαμασκηνὸς εἰς τῶν ἀπὸ τοῦ περιπάτου φιλοσόφων ἐν τῇ δεκάτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν, Ῥωμαίους ἱστορεῖ παρὰ τὸ δεῖπνον συμβάλλειν μονομαχίας, γράφων οὕτως· Τὰς τῶν μονομάχων θέας οὐ μόνον ἐν πανηγύρεσι καὶ θεάτροις ἐποιοῦντο Ῥωμαῖοι, παρὰ Τυρσηνῶν παραλαβόντες τὸ ἔθος, ἀλλὰ καὶ ταῖς ἐστιάσεσιν. Ἐχάλουν γοῦν τινες πολλάκις ἐπὶ δεῖπνον τοὺς φίλους ἐπὶ τε ἄλλοις, καὶ ὅπως ἂν δύο ἢ τρία ζεύγη ἴδοιεν μονομάχων, ὅτε καὶ κορεσθέντες δεῖπνον καὶ μέθης εἰσεκάλουν τοὺς μονομάχους, καὶ ὁ μὲν ἅμα ἐφάρτετο, αὐτοὶ δ᾽ ἐκρότουν ἐπὶ τούτῳ ῥόδμενοι. Ἥδη δὲ τις κἄν ταῖς διαθήκαις γέγραφε γυναῖκας αὐηρεπεστάτας μονομαχῆσαι, ὡς ἐκέκτητο· ἕτερος