Ancient Greek
308.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 308.2
Unproofread scanNot analysed yet
Ὁμοίον δὲ τι τούτων καὶ Μάρκων Ἀγρίππαν φρονησαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν. Τῶν γὰρ Ἰῶαν κινηθέντων ἐπ’ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππα, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντῖοχος ὁ Σελεύκου υἱονὸς, ὁ παρὰ τοῖς Ἕλλησι θεὸς λεγόμενος, μόνοι μετίχωσιν, ἀξιοῦντων δ’, εἰ συγγενεῖς εἰσιν αὐτοῖς Ἰουδαῖοι, σέβεινθαι τοὺς ἰδίους αὐτῶν θεούς, καὶ δίκης περὶ τούτων συστάσης, ἐνέκρην οἱ Ἰουδαῖοι τοῖς αὐτῶν ἔθεσι χρήσθαι, συνηγορήσαντος αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ. Ὁ γὰρ Ἀγρίππας ἀπεφάνετο μηδὲν αὐτῶν καινίζειν ἐξεῖναι. Τὸ δ’ ἀκριβὲς εἴ τις βούλεται καταμαθεῖν, ἀναγνῶτω τῶν Νικολάου ἱστοριῶν τὴν ἑκατοστὴν καὶ εἰκοστὴν τρίτην καὶ τετάρτην. (Ἐκ τοῦ Ἰωσήπου, Ἰουδ. Ἀρχαιολογ. Βιβλ. ΙΒ, κεφ. γ.)