Ancient Greek
310.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 310.2
Unproofread scanNot analysed yet
Πτολεμαῖος δὲ μετὰ τὴν νίκην προσκαταδραμὼν τὴν χώραν, ὀψίας ἐπιγενομένης, ἐν τισὶ κώμαις τῆς Ἰουδαίας κατέμεινεν· ἀς γυναικῶν εἴδων μεστὰς καὶ νηπίων, ἐκέλευσε τοὺς στρατιώτας ἀποσφάττοντας αὐτοὺς καὶ κρεουργοῦντας, ἔπειτα εἰς λέβητας ζέοντας ἐνέντας τὰ μέλη ἀπάρχεσθαι. Τοῦτο δὲ προσέταξεν, ἵν’ οἱ διαφυγόντες ἐκ τῆς μάχης καὶ πρὸς αὐτοὺς ἐλθόντες, σαρκοφάγους ὑπολάβωσιν εἶναι τοὺς πολεμίους, καὶ διὰ τοῦτο ἐπὶ μᾶλλον αὐτοὺς καταπλαγῶσι ταῦτ’ ἰδόντες. Λέγει δὲ καὶ Στράβων καὶ Νικόλαος, οἷ τούτων αὐτοὺς ἐχρήσαντο τὸν τρόπον, καθὸς καὶ πρόειρηκα. (Ἐκ τοῦ αὐτοῦ, Βιβλ. ΙΓ. Κεφ. ιβ.)