Ancient Greek
313.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 313.1
Unproofread scanNot analysed yet
Προσθέτη δ᾽ ἂν τις τούτους καὶ τὰ παρὰ τοῦ Δαμασκηνοῦ Νικολάου. Φησὶ γὰρ οὗτος ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ παρατυχεῖν τοὺς Ἰνδῶν πρεσβείας, ἀφικμένους παρὰ Καῖσαρα τὸν Σεβαστόν. Οὗς ἐκ μὲν τῆς ἐπιστολῆς πλείους δηλοῦσθαι, σωθῆναι δὲ τρεῖς μόνους, οὓς ἰδεῖν φασί, τοὺς δ᾽ ἄλλους ὑπὸ μήκους τῶν ὁδῶν διαφθαρῆναι τὸ πλεῖον. Τὴν δ᾽ ἐπιστολὴν ἐλληνίζειν ἐν διφθέρᾳ γεγραμμένην, δηλοῦσαν, ὅτι Πῶρος εἶη γράφας· ἐξαικουσίαν δ᾽ ἄρχων βασιλέων, ὅμως περὶ πολλοῦ ποιούτο φίλος εἶναι Καίσαρι καὶ ἕτοιμος εἶν διδόν τε παρέχειν ὅπῃ βούλεται, καὶ συμπράττειν ὅσα καλῶς ἔχει. Ταῦτα μὲν ἔφη λέγειν τὴν ἐπιστολήν, τὰ δὲ κομισθέντα δῶρα προσενέγκαι ὀκτὼ οἰκέτας γυμνοὺς ἐν περιζώμασι, καταπεπασμένους ἀρώμασιν· εἶναι δὲ τὰ δῶρα τῶν τε Ἑρμῶν ἀπὸ τῶν ὠμῶν ἀφρημένων ἐκ νηπίου τοὺς βραχίονας, ὧν καὶ ἡμεῖς εἴδομεν, καὶ ἐχίδνας μεγάλας, καὶ ὄφιν πηχῶν δέκα, καὶ χελῶνην ποταμίαν τρίπηχυν, πέρδικα δὲ μεῖζω γυπός. Συνῆν δέ, ὡς φασί, καὶ ὁ Ἀθήνησι κατακαίσας ἑαυτόν. Ποιεῖν δὲ τοῦτο τοὺς μὲν ἐπὶ κυκλοπραγίᾳ, ζητοῦντας ἀπαλλαγὴν τῶν παρόντων, τοὺς δ᾽ ἐπ᾽ εὐπραγίᾳ, καθάπερ τοῦτον· ἀπαντα γὰρ κατὰ γνώμην πράξαντα μέχρι νῦν, ἀπέναι δεῖν, μὴ τι τῶν ἀβουλήτων χρονίζοιν συμπεσῆν· καὶ διὰ καὶ χελώντα τὰ ἀλασθαι γυμνὸν ἐπαληλειμμένον ἐν περιζώματι ἐπὶ τὴν πυράν. Ἐπιγεγράφθαι δὲ τῷ τάφῳ·