Ancient Greek
32.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 32.2
Unproofread scanNot analysed yet
IX. IX Περὶ τινων ἀποστατῶν Ἀθηναίων ψηφίσματα. Οἷα ἐψηφίσαντο Ἀθηναῖοι, καὶ ταῦτα ἐν δημοκρατία· Αἰγινήτων μὲν ἑκάστου τὸν μέγαν ἀποκόψαι τῆς χειρὸς δάκτυλον τῆς δεξιᾶς, ἵνα δόρυ μὲν βαστάζειν μὴ δύνωνται, κώπην δὲ ἐλαύνειν δύνωνται. Μιτυληναίους δὲ ἤδηδὸν ἀποσφάξαι· καὶ τοῦτο ἐψηφίσαντο, εἰσηγησαμένου Κλέωνος τοῦ Κλεαίνετου. Τοὺς γε μὴν ἀλλοκονοὺς αἰχμαλώτους Σαμίων στίξειν κατὰ τοῦ προσώπου, καὶ εἶναι τὸ στίγμα γλαῦκα, καὶ τοῦτο Ἀττικὸν ψήφισμα. Οὐκ ἐβουλόμην δὲ αὐτὰ, οὔτε Ἀθήνησι κεκρυφθῆναι, οὔτε ὑπὲρ Ἀθηναίων λέγεσθαι, ὡ Πολιὲς Ἀθηνᾶ, καὶ Ἑλευθέριε Ζεῦ, καὶ οἱ Ἑλλήνων θεοὶ πάντες.