Ancient Greek
324.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 324.1
Unproofread scanNot analysed yet
Θεμένου, ὃς καὶ πρῶτος ἐθυσιασοχράτησε. Προσε-ποιεῖτο δὲ Μῖνος παρὰ τοῦ Διὸς αὐτοῦ μεμαθηκέ-ναι, δι’ ἐννέα ἔτων εἰς τι ὄρος φοιτῶν, ἐν ᾧ Διὸςἀντρον ἐλέγετο, καὶ ἐκεῖθεν ἀεὶ τινας νόμους φέρωντοῖς Κρησὶ. Μέμνηται δὲ τούτου καὶ Ὀμηρος, ἐνοἷς λέγει· Τοῖσι δ’ ἐνὶ Κρησσός μεγάλη πόλις, ἔνθα Μί-νος γεἘννέαρος βασιλεύς, Διὸς μεγάλου ὀριστής. Οἱ δὲ Κρητῶν παῖδες ἀγελάζονται κοινῇ μετ’ἀλλήλων σκληραγούμενοι, καὶ θήρας καὶ δρόμουςἀνάντες ἀνυπόδητοι καταπύοντες, καὶ τὴν ἐνόπλιονπυρφόχην ἐκπονούντες, ἧντινα πρῶτος εὑρε Πυθ-άγος Κυδωνιάτης, Κρὴς τὸ γένος. Συστοιχοῦσι δ’ ἐν κοινῷ οἱ ἄνδρες, τὴν αὐτὴνδιαίταν ἔχοντες ἐξίσου πάντες. Δώρων δὲ αὐτοῖς ἐστιν ὅπλα τιμιώτατα.