Ancient Greek
34.8
Heraclides Ponticus Junior Gramm., Fragmenta 34.8
Unproofread scanNot analysed yet
ἀπέστη, ἥρα δὲ ἔρωτα ἕτερον, τὸν τῆς πολιτείας τῶν Ἀθηναιῶν, καὶ θεμιώτατα ἐπχείρει ταῖς ἀρχαῖς, καὶ καὶ αὐτῶν τοὺς δικαστάς, εἰτὰ τι πάθῃσι κακὸν ἀνίκητον, ἄτε συκοφαντοῦντες ἄνδρα, οὐ μὲνοῦνδεινὸς αὐτίων κακῶι τῇ πόλει, ἐκ δὲ τῶν ἐρανίων, καὶ κόσμον ταῖς Ἀθήναις ὄντα. Τί οὖν ἐπινοοῦσιν, Ἀριστοφάνην τὸν τῆς κωμῳδίας ποιητήν, βωμολόχον ἄνδρα καὶ γελῶν ὄντα, καὶ εἶναι σπεύδοντα, ἀναπεῖδουσι κωμῳδεῖν τὸν Σωκράτη, ταῦτα δὴ που τὰ περιφερόμενα, Ὡς ἦν ἀδολέσχος, λέγων τε αὐ καὶ τὸν ἥτιω λόγον ἀπέφαινε κρείττονα, καὶ ἐσῆγε ξένους δαίμονας, καὶ οὐκ ἤδει θεούς, οὐδ’ ἐτίμα, τὰ δὲ αὐτὰ ταῦτα, καὶ τοὺς προσόντας αὐτῷ ἐδίδασκε τε, καὶ εἰδέναι ἀνέπειθεν. Ὁ δὲ Ἀριστοφάνης, λαβόμενος ὑποθέσεως εὖ μὲν ἀνδρικής, ὑποσπεύρας γέλωτα, καὶ τὸ ἐκ τῶν μέτρων αἰμύλον, καὶ τὸν ἀρίστον τῶν Ἑλλήνων λαβὼν ὑπόθεσιν· οὐ γὰρ οἱ κατὰ Κλέωνα ἦν τὸ δράμα, οὐδὲ ἐκωμῳδεῖ Λακεδαιμονίους, ἢ Θηβαίους, ἢ Περσικὰς αὐτῶν· ἀλλ’ ἄνδρα τοῖς τε ἄλλοις θεοῖς φίλον, καὶ δὴ καὶ μάλιστα τῷ Ἀπόλλωνι· ἄτε οὖν ἀξίας πράγματος καὶ δραμα παρόδοξον ἐν σκηνῇ καὶ κωμῳδίᾳ Σωκράτης, πρῶτον μὲν ἐξέπληξεν ἡ κωμῳδία τῷ ἀδοκίμῳ τοὺς Ἀθηναίους. Εἶτα δὲ καὶ, φύσει φθονερούς ὄντας, καὶ τοῖς ἀρίστοις βασκαίνειν προερχομένους, οὐ μὲνον τοῖς ἐν τῇ πολιτείᾳ καὶ ταῖς ἀρχαῖς, ἀλλ’ ἐπὶ καὶ πλεῖον τοῖς εὐδοκιμοῦσιν, ἢ ἐν λόγοις ἀγαθοῖς, ἢ ἐν βίῳ σεμνότητι, ἀκουσμα ἔδοξεν ἡδίστον αἰδε αἱ Νεφέλαι, καὶ ἐκρότουν τὸν ποιητήν, ὡς οὐ ποτε ἄλλοτε, καὶ ἐβόων νικᾶν, καὶ προσέταττον τοῖς κριταῖς ἄνωθεν Ἀριστοφάνην, ἀλλὰ μὴ ἄλλον, γράφειν. Καὶ