Ancient Greek
49.5
Heraclides Ponticus Junior Gramm., Fragmenta 49.5
Unproofread scanNot analysed yet
XXXVIII. Ῥωμαίων καὶ ἄλλων τινῶν νόμος, οἶνον μήτε παντὶ, μήτε ἡλικίᾳ πόση παραχωρῶν. Νόμος καὶ οὕτος Μασσαλιωτικὸς, γυναῖκας μὴ ὀμλεῖν οἴνῳ, ἀλλ᾽ ὑδροποτεῖν πάσων γυναικῶν ἡλικίαν. Λέγει δὲ Θεόφραστος καὶ παρὰ Μιλησίοις τὸν νόμον τοῦτον ἰσχύειν, καὶ πεῖθεσθαι αὐτῷ τὰς Ἴδας, τὰς Μιλησίων γυναῖκας. Τί δὲ οὐχ ἂν εἴποιμι καὶ τὸν Ῥωμαίων νόμον; καὶ πῶς οὐκ ὀφλήσω δικαίως ἀλογίαν; εἰ τὰ μὲν Λοκρῶν, ἢ Μασσαλιωτῶν, καὶ τὰ Μιλησίων διὰ μνήμης ἐξέμην, τὰ δὲ τῆς ἐμνατοῦ πατρίδος ἀλόγως ἔδωσα. Οὐκοῦν καὶ Ῥωμαίοις ἦν ἐν τοῖς μάλιστα νόμος ὁδε ἐξδομένος Οὔτε ἐλευθέρα γυνὴ ἐπιεν ἂν οἶνον, οὔτε οἰκέτης,