Ancient Greek
53.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 53.2
Unproofread scanNot analysed yet
XLII. Περὶ Πλάτωνος δόξης, καὶ περὶ ἰσονομίας. Ἡ Πλάτωνος δόξα, καὶ ὁ τῆς κατ’ αὐτὸν ἀρετῆς λόγος, καὶ εἰς Ἀχαίας ἀφίκετο, καὶ Θηβαίους. Καὶ οὖν ἐδεήθησαν αὐτοῦ, πρέσβεις ἀποστείλαντες, σὺν τῇ ἀνωτάτῃ σπουδῇ, ἀφιέναι σφίσι τὸν ἄνδρα, οὐκ ἐπὶ μόνῃ τῇ τῶν νέων προστασίᾳ, οὐδ’ ἵνα αὐτοῖς συγγένται ἐπὶ τοῖς λόγοις τοῖς κατὰ φιλοσοφίαν, ἀλλὰ γὰρ καὶ, τὸ ἐπὶ τούτων μεῖζον, νομοθέτην αὐτὸν ἐκάλουν. Οὐκοῦν ἐμελλον ἀτυχεῖν τοῦ ἀνδρός· καὶ γὰρ ἤσθη ὁ τοῦ Ἀρίστωνος τῇ κλήσει, καὶ διὸ καὶ ἐμελλον ὑπακούσεσθαι. Ἦρετο μὲν τοι τοὺς ἡκοντας, Πῶς ἔχουσι πρὸς τὸ ἴσον ἑαυτοὺς πάντες; Ἐπεὶ δὲ ἔμαθε παρ’ αὐτῶν, ὅτι καὶ πάνυ ἀλλοτρίως, οὐδὲ πείσειν αὐτοὺς τιμᾶν τὴν ἰσονομίαν, ἀπέλειπο τὴν πρὸς αὐτοὺς ἐπιδημίαν.