Ancient Greek
55.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 55.1
Unproofread scanNot analysed yet
ΠΟΙΚΙΛΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ. I. I Περιήγησις τῶν Θετταλικῶν Τεμπῶν. ΦΕΡΕ οὖν καὶ τὰ καλούμενα Τέμπη τὰ Θετταλικὰ διαγράψωμεν τῷ λόγῳ καὶ διαπλάσωμεν. Ὁμολόγηται γὰρ καὶ ὁ λόγος, εἰν ἔχῃ δύναμιν φραστικήν, μηδὲν ἀσθενέστερον, ὅσα βούλεται, δεῖξνναι τῶν ἀνθρώπων τῶν κατὰ χειρουργίαν δεινῶν. Ἔστι δὴ χῶρος μεταξὺ κείμενος τοῦ τε Ὀλύμπου, καὶ τῆς Ἵοσης. Ὅρη δὲ ταῦτ’ ἐστὶν ὑπερύψηλα, καὶ οἷον ὑπὸ τινος θείας φροντίδος διεσχημένα, καὶ μέσον δέχεται χωρίον, οὗ τὸ μὲν μῆκος ἐπὶ τεσσαράκοντα διήκει σταδίους, τόγε μὴν πλάτος, τῇ μὲν ἐστι πλέθρου, τῇ δὲ καὶ πλεῖον ὀλίγω. Διαρρέει δὲ μέσον αὐτοῦ ὁ καλούμενος Πηνειός· εἰς τοῦτον δὲ καὶ οἱ λοιποὶ ποταμοὶ συρρέουσι, καὶ ἀνακοινῶνται τὸ ἕδωρ αὐτῷ, καὶ ἐργάζονται τὸν Πηνειὸν ἐκείνοι μέγαν. Λιτωρίβας δ’ ἔχει ποικίλας, καὶ παντοδαπὰς ὁ τόπος οὗτος, οὐκ ἀνθρωπίνης χειρὸς ἔργα, ἀλλὰ φύσεως αὐτόματα, εἰς κάλλος τότε φιλοτιμησαμένης, ὅτε ἐλάμβανε γένεσιν ὁ χῶρος. Κιττὸς μὲν γὰρ πολὺς, καὶ εὖ μᾶλα λάσιος ἐνακμάζει, καὶ τέθηλε, καὶ δίκην τῶν εὐγενῶν ἀμπέλων κατὰ τῶν ὑψηλῶν δένδρων