Ancient Greek
61.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 61.2
Unproofread scanNot analysed yet
Περὶ τῶν ἐν Λακεδαίμονι ἑφόρων πολλὰ μὲν εἰπεῖν καὶ ἄλλα καλὰ ἔχω, ὃ δ᾽ οὖν προήρημαι, νῦν ἐρῶ ταῦτα. Ὀτε τις τῶν παρ᾽ αὐτοῖς καλῶν, πλουσίων ἐραστὴν προεῖλετο τοῦ χρηστοῦ πέντητος, ἐπέβαλον αὐτῷ χρήματα, κολάζοντες, ὡς ἔοικε, τὴν φιλοχρηματίαν τῇ τῶν χρημάτων ζημίᾳ. Ἄλλον δὲ τινα ἄνδρα καλὸν κάγαθόν, οὐδενὸς ἐφάοντα τῶν καλῶς πεφυκότων, καὶ τοῦτον ἐζημίωσαν, ὅτι χρηστὸς ὢν οὐδενὸς ἦρα· δῆλον γάρ, ὡς ὁμοιον ἂν ἑαυτῷ κάκεινον ἀπέφηνεν, ὅσος δ᾽ ἂν καὶ ἄλλων. Δεινὴ γάρ ἡ τῶν ἐραστῶν πρὸς τὰ παιδικὰ εὐνοια, ἀρετὰς ἐνεργάσασθαι, ὅταν αὐτοὶ σεμνοὶ ὦσιν. Ἐπεὶ τοι Λακωνικὸς καὶ οὗτος νόμος, ὅταν ἁμάρτῃ μειράκιον, τῇ μὲν ἀφελείᾳ τοῦ τρόπου, καὶ τῷ νεαρῷ τῆς ἡλικίας συγγινώσκουσι· τὸν δὲ ἐραστὴν ὑπὲρ αὐτοῦ κολάζουσι, ἐπιγνῶναι αὐτοὺς, καὶ ἐξεταστάς, ὧν ἐκεῖνοι πράττουσι, κελεύοντες εἶναι.