Ancient Greek
62.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 62.4
Unproofread scanNot analysed yet
XIV Περί οἰνοφλυγίας Βυζαντίων. Βυζαντίους δὲ, δεινῶς οἰνοφλύγας ὄντας, ἐνοικέιν τοῖς καπηλίοις λόγος ἔχει, τῶν οἰκιῶν τῶν ἰδίων καὶ τῶν δωμάτων ἐξοικισθέντας, καὶ τοῖς ξένοις τοῖς ἐνεπιδημοῦσι τῇ πόλει ἀπομισθώσοντας αὐτά, καὶ οὐ μόνον ἐκείνων, ἀλλὰ καὶ τῶν γυναικῶν αὐτοῖς ἀποσάντας, ὡς ἐν τούτῳ τοὺς Βυζαντίους διπλὴν αἰτίαν φέρεσθαι, καὶ οἰνοφλυγίας, καὶ προσαγωγείας. Ἄτε δὲ ὑπὸ τῆς μέθης καὶ τοῦ οἴνου διαφθόντες, αὐλοῦ μὲν ἀκούοντες χαίρουσι, καὶ τὸ ἔργον αὐτοῖς αὐλεῦσθαι ἐστιν· σάλπιγγα δὲ οὐδὲ ἀρχὴν ὑπομένουσι. Καὶ ἐκ τούτων ἐξεστι νοεῖν, ὅτι καὶ πρὸς ὀπλα, καὶ πρὸς πολέμους ἀλλοτριώτατα διάκεινται