Ancient Greek
67.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 67.1
Unproofread scanNot analysed yet
γεωργεῖν δὲ καὶ σπείρειν οὐδὲν αὐτοῖς ἔχον εἶναι. Καὶ διατελοῦσιν (ἥδ’ ὅς) ὕμεις καὶ ἄνοσοι, καὶ καταστρέφουσι τὸν ἑαυτῶν βίον γελῶντες ἐν μαίᾳ, καὶ ἡδόμενοι. Οὕτω δὲ ἀγαμφίλογος εἴδὸς δικαίου, ὡς μήτε τοὺς θεοὺς πολλάκις ἀπαξιοῦν ἐπιπροτιτῆν αὐτοῖς. Οἱ δὲ τῆς Μαχίμου πόλεως, μαχιμώτατοί τε εἰσι καὶ αὐτοῖ, καὶ γίνονται μεθ’ ὅπλων, καὶ ἀεὶ πολεμοῦσι, καὶ καταστρέφονται τοὺς ὁμόρους, καὶ παμπόλλων ἐθνῶν μία πόλις κρατεῖ αὐτή. Εἰδὸς δὲ οἰκήτορες οὐκ ἐλάττονς δικαιοσίαν μυριάδων. 2Ἀποθνῄσκουσι δὲ τὸν μὲν ἄλλον χρόνον νοσήσαντες· σπάνιον δὲ τοῦτο, ἐπεὶ τὰ γε πολλὰ ἐν τοῖς πολέμοις, ἢ λίθοις, ἢ ξύλοις παιδόμενοι· ἄνθρωποι γάρ εἰσι σιδήρω. Χρυσοῦ δὲ ἔχουσι καὶ ἀργύρου ἀφθόνιαν, ὡς ἀτιμότερον εἶναι παρ’ αὐτοῖς τὸν χρυσὸν τοῦ παρ’ ἡμῖν σιδήρου. Ἐπιχειρήσαι δὲ ποτε καὶ διαβῆναι τούτους εἰς τάσδε τὰς ἡμεδαπὰς γῆσους, ἔφη γε, καὶ διαπλεύσαντας γε τὸν Ἰχκεανὸν μυρίοις χιλίαις ἀνθρώπων, ὡς Ἐπεβορῶν ἀφικνεῖσθαι. Καὶ πυθόμενος τῶν παρ’ ἡμῖν τούτους εἶναι τοὺς εὐδαιμονεστάτους, καταφρονησαι ὡς φαύλους καὶ ταπεινῶς πράττοντας, καὶ διὰ ταῦτα ἀτιμάσαι προελθεῖν περαιτέρω. Τὸ δὲ ἔτι θαυμασιώτερον προσἐτίθει. Μέροπας τινὰς οὕτω καλουμένους ἀνθρώπους οἰκεῖν παρ’ αὐτοῖς ἔφη πόλεις· πολλὰς καὶ μεγάλας· ἐπ’ ἑσχάτῳ δὲ τῆς χώρας αὐτῶν τόπον εἶναι καὶ ὀνομάζεσθαι Ἄνοστον, ἐοικέναι δὲ χάσματι, κατεληφθαι δὲ οὔτε ὑπὸ σκότους, οὔτε ὑπὸ φωτός, ἀέρα δὲ ἐπικεῖσθαι ἐρυθήματι μεμιγμένον θολερῶ.