Ancient Greek
71.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 71.3
Unproofread scanNot analysed yet
XXII. Περί τῆς τοῦ Αἰνείου εὐσεβείας, καὶ τοῦ τῶν Ἑλλήνων ἔλέους πρὸς τοὺς Τρῶας. Ὅτε ἐλώτο τὸν Ἴλιον, οἰκτείραντες οἱ Ἀχαιοὶ τὰς τῶν ἠλισκομένων τύχας, καὶ πᾶν Ἑλληνικῶς τοῦτο ἐκήρυξαν, ἕκαστον τῶν ἐλευθέρων ἐν, ὅ, τι καὶ βούλεται, τῶν οἰκείων ἀποφέρειν ἀφάμενον. Ὁ οὖν Αἰνείας τοὺς πατρῴους θεοὺς βαστάσας ἔφερεν, ἐπεριδὼν τῶν ἄλλων. Ἡσθέντες οὖν ἐπὶ τῷ τοῦ ἀνδρὸς εὐσεβείᾳ οἱ Ἕλληνες, καὶ δεύτερον αὐτῷ κτῆμα συνεχώρησαν λαβεῖν. Ὁ δὲ τὸν πατέρα πᾶν σφόδρα γεγηρακότα ἀναθέμενος τοῖς ἄμοις ἔφερεν. Ἀπερεκπλαγέντες οὖν καὶ ἐπὶ τούτῳ οὐχ ἡκιστα, πάντων αὐτῷ τῶν οἰκείων κτημάτων ἀπέστησαν, ὁμολογοῦντες, ὅτι πρὸς τοὺς εὐσεβεῖς τῶν ἀνθρώπων, καὶ τοὺς θεοὺς καὶ τοὺς γεναμένους δι’ αἰδοῦς ἄγοντας, καὶ οἱ φύσει πολέμιοι ἡμεροὶ γίνονται.