Ancient Greek
72.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 72.2
Unproofread scanNot analysed yet
XXIV Περὶ φιλοκαλίας Ξενοφῶντος. Ξενοφῶντι ἐμελε τῶν τε ἄλλων σπουδαίων, καὶ οὖν καὶ ὅπλα καλά ἔχειν. Νικῶντι γάρ, ἔλεγε, τοὺς πολέμιους τὴν καλλίστην στολὴν ἀρμόττειν· καὶ ἀποθνῄσκοντι ἐν τῇ μάχῃ, κεῖσθαι καλῶς ἐν καλῇ τῇ πανοπλίᾳ. Τῷ γὰρ ἀνδρὶ τῷ γενναίῳ ταῦτ’ εἶναι τὰ ἐντάφια, τὰ ὡς ἀληθῶς κοσμοῦντα αὐτόν. Λέγεται οὖν ὁ τοῦ Γρύλλου τὴν μὲν ἀσπίδα Ἀργολικὴν ἔχειν, τὸν δὲ θώρακα Ἀττικόν, τὸ δὲ κράνος Βοιωτιουργές, τὸν δὲ ὑποπὸ Ἐπιδάυριον. Φιλοκάλου δὲ ἔγωγε ἂν εἴναι φαίην τὰ τοιαῦτα ἀνδρός, καὶ ἀξιοῦντος ἑαυτὸν τῶν καλῶν.