Ancient Greek
74.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 74.1
Unproofread scanNot analysed yet
ἀξίων Ἐφεσίους ὑπ’ αὐτῷ γενέσθαι· ὡς δ’ οὐκ ἐπεῖσθη, ἐπολίωρκε τὴν πόλιν Κροῖσος. Ἐπει δὲ τις τῶν πύργων ἀνετράπη, ὁ κληθεὶς ὕστερον προδότης, καὶ ἐν ὀφθαλμοῖς ἔωρα τὸ δεινόν, συνεβούλευσεν ὁ Πίνδαρος Ἐφεσίοις, ἐκδήσοντας ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θάμινγας, συνάψαι τοῖς κιοσι τοῦ τῆς Ἀρτέμιδος νεώ, οἴονε τὴν πόλιν ἀνάθημα ἔοντος εἶναι τῇ Ἀρτέμιδι, ἀσυλίαν διὰ τούτων ἐπινούν τῇ Ἐφέσῳ· ὁ δὲ συνεβούλευε προσελθόντας δεῖσθαι τοῦ Λυδοῦ. Προθυλλομένων δὲ τὴν ἰκετηρίαν τῶν Ἐφεσίων, γελάσαντά φασί τὸν Κροῖσον, καὶ δεξάμενον πρῶς τὸ στρατηγηθέν, τοὺς μὲν Ἐφεσίους συγχωρήσαι τὴν μετ’ ἐλευθερίας ἀσφαλείαν· τῷ δὲ Πινδάρῳ προσταξαι τῆς πόλεως ἀπαλλάττεσθαι. Ὁ δὲ οὐκ ἀντείπε· τῶν φίλων δὲ τοὺς συναπαίρειν αὐτῷ βουληθέντας παραλαβὼν, τὸν υἱὸν καὶ τῆς οὐσίας τὸ πλεῖστον τῇ πόλει παρακαταθέμενος, καὶ ἕνα τῶν συνήθων Πασικλέα ἀποδεξἄς ἐπίτροπον, καὶ τοῦ παιδός, καὶ τῶν χρημάτων, ἀπῆγεν εἰς Πελοπόννησον, τυραννικοῦ βίου φυγὴν αὐθαίρετον ἀλλοξάμενος, ὑπὲρ τοῦ μὴ ποιῆσαι τὴν πατρίδα ὑποχείριον Λυδοῖς.