Ancient Greek
82.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 82.4
Unproofread scanNot analysed yet
Τιμοθέου τὰ μὲν πρῶτα ἐπήγουν Ἀθηναῖοι· ἐπεὶ δὲ ἔδοξεν ἀμαρτεῖν, ὃ ἔδοξεν, ἡ φθάνουσα αὐτὸν ἀνδραγαθία ἀλλ’ οὐδὲ ὀλίγον ἔσωσεν, οὐδὲ μὴν αἱ τῶν προγόνων ἀρεταί. Θεμιστοκλῆς δὲ οὐδὲν ὤνητο, οὔτε ἐκ τῆς ναυμαχίας, τῆς περὶ Σαλαμίνα, οὔτε ἐκ τῆς πρεσβείας τῆς εἰς Σπάρτην· λέγω δὲ ἤν ἐπρέστευσε κλέπτων τὴν τῶν Ἀθηναίων τέχισιν. Ἔφυγε γὰρ κακείνος οὐ τὰς Ἀθῆνας μόνον, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν. Καὶ Πausανίαν δὲ τὸν Λακεδαιμόνιον οὐδὲν ὤνησεν ἡ ἐν Πλαταιαῖς νίκη· ὑπὲρ δὲ ὧν ἐν Βυζαντίῳ ἐκαινούργει, καὶ ἐνόσει Περσικά, ὑπὲρ τούτων διέφθειρε καὶ τὴν χάριν, τὴν ἐπὶ τοῖς πρώτοις. Φωκίωνα δὲ ἡ εὐφημία ἡ καλοῦσα αὐτὸν Χρηστόν, οὐδὲν ὠφέλησεν, οὐδὲ τὰ πέντε καὶ ἑβδομήκοντα ἔτη, ἅπερ οὐν διεβίωσεν, οὐδὲν ἀδικήσας τοὺς Ἀθηναίους ἐν βραχεῖ· ἐπεὶ δὲ ἔδοξεν Ἀντιπάτρω τὸν Πειραιᾶ προδιδόναι, Ἀθηναῖοι κατέγνωσαν αὐτοῦ θάνατον.