Ancient Greek
85.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 85.4
Unproofread scanNot analysed yet
V. Τίνες εὐεργεσιῶν ἐμνήσθησαν. Εὐεργεσιῶν ἀπεμνήσθησαν, καὶ χάριτας ὑπὲρ αὐτῶν ἀπέδοσαν, Θησεὺς μὲν Ἡρακλεῖ. Αἰδωνέως γὰρ αὐτὸν τοῦ Μολοττῶν βασιλέως δῆσαντος, ὅτε ἐπὶ τὴν γυναῖκα αὐτοῦ ἦλθε μετὰ Πειρίθου ἀρπασόμενος αὐτὴν ὁ Θησεὺς (οὐχ ἐαντὴ σπουδάζων τὸν γάμον, ἀλλὰ γὰρ τῷ τοῦ Πειρίθου χάριτι τοῦτο δράσας), Ἡρακλῆς εἰς τοὺς Μολοττοὺς ὁπλιζόμενος ἐξῆυστο τὸν Θησεῖα, καὶ διὰ ταῦτα ἐκεῖνος αὐτῷ βωμὸν ἀνέστησε. Καὶ οἱ Ἐπία ἐπὶ Θήβας Πρωνικτι καὶ ἐκεῖνοι χάριτας ἀπέδοσαν· διὰ γὰρ αὐτοὺς ἀπολομένου τοῦ Πρωνικτος, τὸν ἄγωνα ἔθεσαν ἐπ’ αὐτῷ, ὃν οἱ πολλοὶ οἴονται ἐπ’ Ἀρχεμόρῳ τεθῆναι ἐξ ἀρχῆς. Καὶ Ἡρακλῆς δὲ χάριτας ἀπέδωκε Νέστορι. Νηλέως γὰρ αὐτὸν οὐ βουλομένου καδεῖγαι, οἱ μὲν ἄλλοι παῖδες σύμφηροι ἦσαν τῷ Νηλεῖ, ὁ δὲ Νέστωρ οὐχί· καὶ διὰ ταῦτα ἐλὼν τὴν πόλις