Ancient Greek
87.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 87.3
Unproofread scanNot analysed yet
VIII Περὶ μεταβολῆς τύχης. Εἴτα τις οὐκ οἶδε τὰς τῆς τύχης μεταβολὰς δυσφόροπους καὶ ταχεῖας; Λακεδαιμόνιοι γοῦν Θηβαίων ἄρχαντες, αὐτοὶ πάλιν ὑπ' ἐκείνων οὕτως ἐχειρώθησαν, ὡς τοὺς Θηβαίους μὴ μόνον εἰς Πελοπόννησον ἀφικέσθαι, ἀλλὰ καὶ τὸν Εὐρώταν διελθεῖν, καὶ τὴν τῶν Λακεδαιμονίων τεμεῖν χώραν καὶ ὀλίγου καὶ τὴν πόλιν κατέλαβον, εἰ μὴ Ἐπαμινώνδας ἔδεισε, μὴ Πελοποννησίοι πάντες συμπνεύσωσι, καὶ ὑπὲρ τῆς Σπάρτης ἀγωνίζωνται.