Ancient Greek
9.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 9.1
Unproofread scanNot analysed yet
ΑΙΛΙΑΝΟΥ ΠΟΙΚΙΛΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. I. Περὶ πολὺποδος. ΔΕΙΝΟΙ κατὰ κοιλίαν οἱ πολὺποδες, καὶ πᾶν ὅτιοὖν φαγεῖν ἄμαχοι. Πολλάκις οὖν· οὐδὲ ἀλλήλων ἀπέχονται· ἀλλὰ τῷ μείζονι ὁ βραχύτερος ἄλους, καὶ ἐμπesῶν τοῖς ἀνδρειοτέροις θηράτροις, τοὺς καλουμένοις τοῦ ἰχθύος πλοκάμοις, εἶτα αὐτῷ γίνεται δεῖπνον. Ἕλλοχῶσι δὲ οἱ πολὺποδες καὶ τοὺς ἰχθὺς τὸν τρόπον τοῦτον. Ὑπὸ ταῖς πέτραις κάθηται, καὶ ἑαυτοὺς εἰς τὴν ἐκείνων μεταμορφοῦσι χροιάν, καὶ τοῦτο εἶναι δοκοῦσιν, ὅπερ οὖν καὶ πεφυκασιν αἱ πέτραι. Οἱ τοίνυν ἰχθὺς προσνέοντες οἴονται τὴν πέτρα, τοὺς κολύπουσιν, οἱ δὲ ἀφυλάκτους ὄντας αὐτοὺς περιβάλλουσι ταῖς ἐξ ἑαυτῶν ἄγκυσι, ταῖς πλεκτάναις.