Ancient Greek
91.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 91.2
Unproofread scanNot analysed yet
XV Περὶ τινων ἐν νόσῳ μουσικῆν, καὶ ἄλλα μεμαθηκότων, καὶ ἰσχυρῶν γεγεννημένων. Ἰέρωνά φασιν τὸν Σικελίας τύραννον τὰ πρῶτα ἰδιώτην εἶναι, καὶ ἀνθρώπων ἀμουστάτον, καὶ τὴν ἀγροικίαν ἄλλὰ μηδὲ κατ’ ὀλίγον τοῦ ἀδελφοῦ διαφέρειν τοῦ Γέλωνος· ἐπεὶ δὲ αὐτῷ συνέβη νοσήσαι, μουσικώτατος ἀνθρώπων ἐγένετο, τὴν σχολὴν τὴν ἐκ τῆς ἀσθενείας εἰς ἀκούσματα πεπαιδευμένα καταθέμενος. Ῥωσθεὶς οὖν Ἰέρων συνῆν Σιμωνίδη τῷ Κεῖῳ, καὶ Πινδάρῳ τῷ Θηβαίῳ, καὶ Βακχυλίδῃ τῷ Ἰουλίτῃ. Ὁ δὲ Γέλων ἀνθρώπος ἀμουσος.