Ancient Greek
98.5
Heraclides Ponticus Junior Gramm., Fragmenta 98.5
Unproofread scanNot analysed yet
Ἔδοξέ δὲ πῶς ὁ Διότιμος μαλθακώτερος εἶναι. XXVIII Ὅτι ὁ Φερεκύδης φθεγιάσιον ἐπαθε δι᾽ ἀθεότητά. Φερεκύδης ὁ Σύριος τὸν βίον ἀλγεινότατον ἀνθρώπων κατέστρεψε, τοῦ παντὸς αὐτῷ σώματος ὑπὸ τῶν φθειριῶν ἀναλωθέντος· καὶ γενομένης ἄιοχρᾶς αὐτῷ τῆς ὄψεως, τὴν ἐκ τῶν συνηθῶν ἐξέκλινε συνουσίαν. Ὅπότε δὲ τις προσελθὼν ἐπυνθάνετο, ὅπως διάγοι· διὰ τῆς ὀπῆς, τῆς κατὰ τὴν θύραν, διείρας τὸν δάκτυλον, ψιλὸν γεγονότα τῆς σαρκός, ἐπέλεγε, οὕτω διακείσθαι καὶ τὸ πᾶν αὐτοῦ σῶμα. Λέγουσι δὲ Ἀηλίων παῖδες τὸν θεὸν τὸν ἐν Ἄηλῳ, μηνίσαντα αὐτῷ, τοῦτο ποιῆσαι. Καθήμενον γὰρ ἐν Ἄηλῳ μετὰ τῶν μαθητῶν, ἄλλα τε πολλά φασιν περὶ τῆς ἑαυτοῦ σοφίας εἰπεῖν, καὶ δή καὶ τοῦτο, μηδενὶ τῶν θείων θύσαι, καὶ ὅμως οὐδὲν ἤτοπον ἡδέως βεβιοκέναι καὶ ἄλλως, οὐ μεῖον τῶν ἐκατόμβας καταθύντων. Ἐπὶ ταύτης οὖν τῆς κουφολαγίας βαρυτάτην ζημίαν ἐξέτισεν.