Ancient Greek
22 to 23
Heraclitus, De Incredibilibus 22-23
Not analysed yet
περὶ Φαέθοντος. οὗτος Ἡλίου ὤν υἱὸς ἐπεθύμησεν εἰς τὸ τοῦ πατρὸς ἅρμα ἀναβὰς διφρεῦσαι· ἀπείρως δὲ τοῦτο ποιοῦντος καὶ τῶν ἀνθρώπων ἀπολλυμένων ὑπὸ τοῦ καύματος, ὁ Ζεὺς αὐτὸν ἐκεραύνωσεν. περὶ Ὀρφέως. οὗτος κινεῖν λέγεται καὶ πέτρας καὶ δένδρα καὶ θῆρας οἰωνούς τε. εἴποι δ’ ἄν τις ἀληθῶς ὅτι θηριώδεις ὄντας τοὺς ἀνθρώπους καὶ οὔ -τε ἔθη οὔ -τε νόμους εἰδότας εἰς δεισιδαιμονίαν ἀγαγών, καὶ ἐπὶ τὸ εὐσεβεῖν παρακαλέσας πετρώδεις ὄντας καὶ δενδρώδεις καὶ διὰ τῶν λόγων κηλήσας ταύτης τῆς φήμης ἔτυχε.