Ancient Greek
32 to 33
Heraclitus, De Incredibilibus 32-33
Not analysed yet
περὶ Καλυψοῦς καὶ Ὀδυσσέως. ἄλογον θνητὸν ὄντα Ὀδυσσέα αὐτὴν ἐπαγγέλλεσθαι ποιήσειν ἀθάνατον, ἀλλὰ τὸ τὰ πρὸς τροφὴν καὶ πρὸς βίου ἀπόλαυσιν ἄφθονα καὶ λαμπρὰ ἕξειν. ὅθεν καὶ ἡμεῖς, ὅταν που κλιθῶμεν καὶ λαμπρῶς εὐωχώμεθα, ἐν θεοῖς φαμεν γεγονέναι. περὶ Κερβέρου. τοῦτ’ ἄν εἴη ὅ καὶ περὶ τῆς Ὕδρας. οὗτος γὰρ εἶχε δύο σκύμνους, ὧν ἀεὶ συμβαδιζόντων τῷ πατρὶ ἐφαίνετο εἶναι τρικέφαλος.