Ancient Greek
36 to 38
Heraclitus, De Incredibilibus 36-38
Not analysed yet
περὶ τῶν Ἡλιάδων. ταύτας φασὶν ἐξ ἀνθρώπων αἰγείρους γενέσθαι. οὐ τοῦτο δέ, ἀλλὰ διὰ τὸ πάθος τοῦ ἀδελφοῦ εἰς τὸν Ἠριδανὸν αὑτὰς ἔβαλον. διὸ οἱ ζητοῦντες, ἐπὶ τὸν ποταμὸν παραγενόμενοι καὶ τὰς μὲν οὐχ εὑρόντες, τρία δὲ στελέχη αἰγείρων, ὑπέλαβον αὐτὰς ἀποδενδρωθῆναι. ὄνομα δὲ αὐταῖς Φοίβη, Λαμπετώ, Αἴγλη. περὶ Πανόπτου. τοῦτον πάντα βουλόμενον ἀκούειν καὶ ὁρᾶν ἐν παντὶ τῷ σώματι ὀφθαλμοὺς ἔχειν ἐπλάσαντο. ὅθεν ἔτι καὶ νῦν τοὺς τοιούτους πανόπτας καλοῦμεν. περὶ Ἐνδυμίωνος καὶ Σελήνης. λέγεται ὅτι καθεύδοντος αὐτοῦ Σελήνη ἐρασθεῖσα καταβᾶσα ἐμίγη αὐτῷ. εἴη δ’ ἄν ὁ μὲν Ἐνδυμίων ποιμὴν ἄπειρος γυναικός, ἐπιθυμητικῶς δὲ σχοῦσα γυνὴ αὐτοῦ ἐρωτηθεῖσα παρά τινος τίς εἴη, ἔφη "Σελήνη ".