Ancient Greek
7
Heraclitus, De Incredibilibus 7
Not analysed yet
περὶ Πασιφάης. ταύτην φασὶν ἐρασθῆναι Ταύρου, οὐχ, ὡς πολλοὶ νομίζουσι, τοῦ κατὰ τὴν ἀγέλην ζῴου (γελοῖον γὰρ ἀκοινωνήτου συνουσίας ὠρέχθαι τὴν βασίλισσαν), ἑνὸς δέ τινος τῶν ἐντοπίων, ᾧ Ταῦρος ἦν ὄνομα. συνεργῷ δὲ χρησαμένη πρὸς τὴν ἐπιθυμίαν Δαιδάλῳ καὶ γεγονυῖα ἔγκυος, ἐγέννησε καθ’ ὁμοιότητα τοῦ Ταύρου υἱόν, ὅν οἱ πολλοὶ Μίνω μὲν ἐκάλουν, Ταύρῳ δὲ εἴκαζον· κατὰ δὲ σύνθεσιν Μινώταυρος ἐκλήθη.